Add parallel Print Page Options

14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16 ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ [a]οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17 ἁγίασον αὐτοὺς ἐν τῇ [b]ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· 19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα [c]ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.

20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21 ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, [d]πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν [e]ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος [f]πιστεύῃ ὅτι σύ με ἀπέστειλας. 22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς [g]ἕν, 23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, [h]ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. 24 [i]πάτερ, [j]ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν [k]δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.

25 [l]Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας, 26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:16 οὐκ εἰμὶ ἐκ τοῦ κόσμου WH Treg NIV ] ἐκ τοῦ κόσμου οὐκ εἰμὶ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:17 ἀληθείᾳ WH Treg NIV ] + σου RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:19 ὦσιν καὶ αὐτοὶ WH Treg NIV ] καὶ αὐτοὶ ὦσιν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 πάτερ WH NIV RP ] πατὴρ Treg
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 ἡμῖν WH Treg NIV ] + ἓν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 πιστεύῃ WH Treg NIV ] πιστεύσῃ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:22 ἕν WH Treg NIV ] + ἐσμεν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:23 ἵνα WH Treg NIV ] καὶ ἵνα RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 πάτερ WH NIV RP ] Πατήρ Treg
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 WH Treg NIV ] οὕς RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 δέδωκάς WH Treg NIV ] ἔδωκάς RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:25 Πάτερ WH NIV RP ] Πατὴρ Treg